ΚΑΤΑ ΛΟΥΚΑΝ 12:1-9
SBL Greek New Testament
12 Ἐν οἷς ἐπισυναχθεισῶν τῶν μυριάδων τοῦ ὄχλου, ὥστε καταπατεῖν ἀλλήλους, ἤρξατο λέγειν πρὸς τοὺς μαθητὰς αὐτοῦ πρῶτον· Προσέχετε ἑαυτοῖς ἀπὸ τῆς ζύμης, [a]ἥτις ἐστὶν ὑπόκρισις, τῶν Φαρισαίων. 2 οὐδὲν δὲ συγκεκαλυμμένον ἐστὶν ὃ οὐκ ἀποκαλυφθήσεται, καὶ κρυπτὸν ὃ οὐ γνωσθήσεται. 3 ἀνθ’ ὧν ὅσα ἐν τῇ σκοτίᾳ εἴπατε ἐν τῷ φωτὶ ἀκουσθήσεται, καὶ ὃ πρὸς τὸ οὖς ἐλαλήσατε ἐν τοῖς ταμείοις κηρυχθήσεται ἐπὶ τῶν δωμάτων.
4 Λέγω δὲ ὑμῖν τοῖς φίλοις μου, μὴ φοβηθῆτε ἀπὸ τῶν ἀποκτεινόντων τὸ σῶμα καὶ μετὰ ταῦτα μὴ ἐχόντων περισσότερόν τι ποιῆσαι. 5 ὑποδείξω δὲ ὑμῖν τίνα φοβηθῆτε· φοβήθητε τὸν μετὰ τὸ ἀποκτεῖναι [b]ἔχοντα ἐξουσίαν ἐμβαλεῖν εἰς τὴν γέενναν· ναί, λέγω ὑμῖν, τοῦτον φοβήθητε. 6 οὐχὶ πέντε στρουθία [c]πωλοῦνται ἀσσαρίων δύο; καὶ ἓν ἐξ αὐτῶν οὐκ ἔστιν ἐπιλελησμένον ἐνώπιον τοῦ θεοῦ. 7 ἀλλὰ καὶ αἱ τρίχες τῆς κεφαλῆς ὑμῶν πᾶσαι ἠρίθμηνται· [d]μὴ φοβεῖσθε· πολλῶν στρουθίων διαφέρετε.
8 Λέγω δὲ ὑμῖν, πᾶς ὃς ἂν [e]ὁμολογήσῃ ἐν ἐμοὶ ἔμπροσθεν τῶν ἀνθρώπων, καὶ ὁ υἱὸς τοῦ ἀνθρώπου ὁμολογήσει ἐν αὐτῷ ἔμπροσθεν τῶν ἀγγέλων τοῦ θεοῦ· 9 ὁ δὲ ἀρνησάμενός με ἐνώπιον τῶν ἀνθρώπων ἀπαρνηθήσεται ἐνώπιον τῶν ἀγγέλων τοῦ θεοῦ.
Read full chapterFootnotes
- ΚΑΤΑ ΛΟΥΚΑΝ 12:1 ἥτις ἐστὶν ὑπόκρισις τῶν Φαρισαίων WH NIV ] τῶν Φαρισαίων ἥτις ἐστὶν ὑπόκρισις Treg RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 12:5 ἔχοντα ἐξουσίαν WH Treg NIV ] ἐξουσίαν ἔχοντα RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 12:6 πωλοῦνται WH Treg NIV ] πωλεῖται RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 12:7 μὴ WH Treg NIV ] + οὖν RP
- ΚΑΤΑ ΛΟΥΚΑΝ 12:8 ὁμολογήσῃ Treg NIV RP ] ὁμολογήσει WH
Scripture quotations marked SBLGNT are from the The Greek New Testament: SBL Edition. Copyright © 2010 by Society of Biblical Literature and Logos Bible Software